5.428 τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα ,
5.429 ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο ,
5.430 ταῦτα δ’ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει .
5.431 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
5.432 Αἰνείᾳ δ’ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης ,
5.433 γιγνώσκων οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων ·
5.434 ἀλλ’ γ’ ἄρ’ οὐδὲ θεὸν μέγαν ἅζετο , ἵετο δ’ αἰεὶ
5.435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι .
5.436 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων ,
5.437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων ·
5.438 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος ,
5.439 δεινὰ δ’ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων ·
5.440 φράζεο Τυδεΐδη καὶ χάζεο , μηδὲ θεοῖσιν
5.441 ἶσ’ ἔθελε φρονέειν , ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
5.442 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων .
5.443 ὣς φάτο , Τυδεΐδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω
5.444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος .
5.445 Αἰνείαν δ’ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
5.446 Περγάμῳ εἰν ἱερῇ , ὅθι οἱ νηός γε τέτυκτο .
5.447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
5.448 ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε ·
5.449 αὐτὰρ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων
5.450 αὐτῷ τ’ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον ,
5.451 ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
5.452 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
5.453 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα .
5.454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων ·
5.455 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα ,
5.456 οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
5.457 Τυδεΐδην , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο ;
5.458 Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ ,
5.459 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος .
5.460 ὣς εἰπὼν