4.410 ἔνθεο τιμῇ .
4.411 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης ·
4.412 τέττα , σιωπῇ ἧσο , ἐμῷ δ’ ἐπιπείθεο μύθῳ ·
4.413 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
4.414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς ·
4.415 τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται εἴ κεν Ἀχαιοὶ
4.416 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν ,
4.417 τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων .
4.418 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς .
4.419 ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε ·
4.420 δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
4.421 ὀρνυμένου · ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν .
4.422 ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
4.423 ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος ·
4.424 πόντῳ μέν τε πρῶτα κορύσσεται , αὐτὰρ ἔπειτα
4.425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει , ἀμφὶ δέ τ’ ἄκρας
4.426 κυρτὸν ἐὸν κορυφοῦται , ἀποπτύει δ’ ἁλὸς ἄχνην ·
4.427 ὣς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
4.428 νωλεμέως πόλεμον δέ · κέλευε δὲ οἷσιν ἕκαστος
4.429 ἡγεμόνων · οἳ δ’ ἄλλοι ἀκὴν ἴσαν , οὐδέ κε φαίης
4.430 τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν ,
4.431 σιγῇ δειδιότες σημάντορας · ἀμφὶ δὲ πᾶσι
4.432 τεύχεα ποικίλ’ ἔλαμπε , τὰ εἱμένοι ἐστιχόωντο .
4.433 Τρῶες δ’ , ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
4.434 μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
4.435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν ,
4.436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει ·
4.437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς ,
4.438 ἀλλὰ γλῶσσα μέμικτο , πολύκλητοι δ’ ἔσαν ἄνδρες .
4.439 ὄρσε δὲ τοὺς μὲν Ἄρης , τοὺς δὲ γλαυκῶπις Ἀθήνη
4.440 Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα ,
4.441 Ἄρεος ἀνδροφόνοιο