4.220 ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον ,
4.221 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων ·
4.222 οἳ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν , μνήσαντο δὲ χάρμης .
4.223 ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
4.224 οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι ,
4.225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν .
4.226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ ·
4.227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας
4.228 Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο ·
4.229 τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
4.230 γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα ·
4.231 αὐτὰρ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν ·
4.232 καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων ,
4.233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν ·
4.234 Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς ·
4.235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός ,
4.236 ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
4.237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται ,
4.238 ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
4.239 ἄξομεν ἐν νήεσσιν , ἐπὴν πτολίεθρον ἕλωμεν .
4.240 οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο ,
4.241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν ·
4.242 Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε ;
4.243 τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί ,
4.244 αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
4.245 ἑστᾶσ’ , οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή ·
4.246 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε .
4.247 μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
4.248 εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης ,
4.249 ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων ;
4.250 ὣς γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ·
4.251 ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν .
4.252 οἳ