3.379 ἐπόρουσε κατακτάμεναι μενεαίνων
3.380 ἔγχεϊ χαλκείῳ · τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη
3.381 ῥεῖα μάλ’ ὥς τε θεός , ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ ,
3.382 κὰδ δ’ εἷσ’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι .
3.383 αὐτὴ δ’ αὖ Ἑλένην καλέουσ’ ἴε · τὴν δὲ κίχανε
3.384 πύργῳ ἐφ’ ὑψηλῷ , περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν ·
3.385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα ,
3.386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
3.387 εἰροκόμῳ , οἱ Λακεδαίμονι ναιετοώσῃ
3.388 ἤσκειν εἴρια καλά , μάλιστα δέ μιν φιλέεσκε ·
3.389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη ·
3.390 δεῦρ’ ἴθ’ · Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι .
3.391 κεῖνος γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
3.392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν · οὐδέ κε φαίης
3.393 ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν , ἀλλὰ χορὸν δὲ
3.394 ἔρχεσθ’ , ἠὲ χοροῖο νέον λήγοντα καθίζειν .
3.395 ὣς φάτο , τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ·
3.396 καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
3.397 στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα ,
3.398 θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
3.399 δαιμονίη , τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν ;
3.400 πῄ με προτέρω πολίων εὖ ναιομενάων
3.401 ἄξεις , Φρυγίης Μῃονίης ἐρατεινῆς ,
3.402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων ·
3.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
3.404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι ,
3.405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης ;
3.406 ἧσο παρ’ αὐτὸν ἰοῦσα , θεῶν δ’ ἀπόεικε κελεύθου ,
3.407 μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον ,
3.408 ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε ,
3.409 εἰς κέ σ’ ἄλοχον