2.834 πειθέσθην · κῆρες γὰρ ἄγον μέλανος θανάτοιο .
2.835 οἳ δ’ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
2.836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην ,
2.837 τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Ἄσιος ὄρχαμος ἀνδρῶν ,
2.838 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
2.839 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος .
2.840 Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
2.841 τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον ·
2.842 τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ ὄζος Ἄρηος ,
2.843 υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο .
2.844 αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως
2.845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει .
2.846 Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
2.847 υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο .
2.848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
2.849 τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος ,
2.850 Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν .
2.851 Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
2.852 ἐξ Ἐνετῶν , ὅθεν ἡμιόνων γένος ἀγροτεράων ,
2.853 οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
2.854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον
2.855 Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους .
2.856 αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
2.857 τηλόθεν ἐξ Ἀλύβης , ὅθεν ἀργύρου ἐστὶ γενέθλη .
2.858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής ·
2.859 ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν ,
2.860 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
2.861 ἐν ποταμῷ , ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους .
2.862 Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
2.863 τῆλ’ ἐξ Ἀσκανίης · μέμασαν δ’ ὑσμῖνι μάχεσθαι .
2.864 Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
2.865 υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη ,
2.866 οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας .
2.867 Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων ,
2.868 οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον
2.869 Μαιάνδρου τε