2.735 Τιτάνοιό τε λευκὰ κάρηνα ,
2.736 τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ·
2.737 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.738 οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο ,
2.739 Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν ,
2.740 τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
2.741 υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς ·
2.742 τόν ῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
2.743 ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας ,
2.744 τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν ·
2.745 οὐκ οἶος , ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
2.746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο ·
2.747 τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.748 Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας ·
2.749 τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
2.750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο ,
2.751 οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
2.752 ὅς ῥ’ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ ,
2.753 οὐδ’ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ ,
2.754 ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον ·
2.755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ .
2.756 Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός ,
2.757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
2.758 ναίεσκον · τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε ,
2.759 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.760 οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν ·
2.761 τίς τὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
2.762 αὐτῶν ἠδ’ ἵππων , οἳ ἅμ’ Ἀτρεΐδῃσιν ἕποντο .
2.763 ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο ,
2.764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
2.765 ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας ·
2.766 τὰς ἐν Πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων
2.767 ἄμφω θηλείας , φόβον Ἄρηος φορεούσας .
2.768 ἀνδρῶν αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος