2.501 ἐϋκτίμενον πτολίεθρον ,
2.502 Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην ,
2.503 οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον ,
2.504 οἵ τε Πλάταιαν ἔχον ἠδ’ οἳ Γλισᾶντ’ ἐνέμοντο ,
2.505 οἵ θ’ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον ,
2.506 Ὀγχηστόν θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος ,
2.507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον , οἵ τε Μίδειαν
2.508 Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’ ἐσχατόωσαν ·
2.509 τῶν μὲν πεντήκοντα νέες κίον , ἐν δὲ ἑκάστῃ
2.510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον .
2.511 οἳ δ’ Ἀσπληδόνα ναῖον ἰδ’ Ὀρχομενὸν Μινύειον ,
2.512 τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
2.513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο ,
2.514 παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
2.515 Ἄρηϊ κρατερῷ · δέ οἱ παρελέξατο λάθρῃ ·
2.516 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο .
2.517 αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
2.518 υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο ,
2.519 οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
2.520 Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα ,
2.521 οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο ,
2.522 οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον ,
2.523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο ·
2.524 τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.525 οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες ,
2.526 Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο .
2.527 Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
2.528 μείων , οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
2.529 ἀλλὰ πολὺ μείων · ὀλίγος μὲν ἔην λινοθώρηξ ,
2.530 ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς ·
2.531 οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε
2.532 Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
2.533 Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα ·
2.534 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
2.535 Λοκρῶν , οἳ ναίουσι