9.76 ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι , ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος · ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας , ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω , κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων , καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας , ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην , πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα , ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε . ʹ βασιλεῦ Σπάρτης , ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης . σὺ γὰρ καὶ ἐς τόδε ὤνησας , τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας . εἰμὶ δὲ γένος μὲν Κῴη , θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω · βίῃ δέ με λαβὼν ἐν Κῷ εἶχε Πέρσης . ʹ δὲ ἀμείβεται τοῖσιδε . ʹ γύναι , θάρσεε καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου , ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων . ʹ ταῦτα δὲ εἴπας τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι , ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν , ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι .
9.77 μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικός , αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπ’ ἐξεργασμένοισι · μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς , συμφορὴν ἐποιεῦντο μεγάλην , ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι .