9.56 καὶ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους · τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε , ἐν τούτῳ τῷ χρόνῳ κατήμενος Παυσανίης , οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων , τὰ δὴ καὶ ἐγένετο , σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας · εἵποντο δὲ καὶ Τεγεῆται . Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν Λακεδαιμόνιοι · οἳ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος φοβεόμενοι τὴν ἵππον , Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον .
9.57 Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν , περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν · προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ , καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν , ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος · τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον , περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον , τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται . ἀνέμενε δὲ τοῦδε εἵνεκα , ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο Ἀμομφάρετός τε καὶ λόχος , ἀλλ’ αὐτοῦ μένωσι , βοηθέοι ὀπίσω παρ’ ἐκείνους . καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετός παρεγίνοντό σφι καὶ ἵππος τῶν βαρβάρων προσέκειτο πᾶσα . οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί , ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι , ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι .