9.51 βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε , ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι , ἐς τὴν νῆσον ἰέναι . δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης , ἐπ’ ἐστρατοπεδεύοντο τότε , δέκα σταδίους ἀπέχουσα , πρὸ τῆς Πλαταιέων πόλιος . νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ · σχιζόμενος ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον , διέχων ἀπ’ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια , καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό . οὔνομα δέ οἱ Ὠερόη · θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι . ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι , ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων · μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς δευτέρη φυλακή , ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται . ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον , τὸν δὴ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος , ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα , ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους · ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι .