9.28 τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι , τούτων δὲ Σικυώνιοι τρισχίλιοι . τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι . παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι , Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι , τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι , τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι . παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι . Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι , τούτων δὲ Χαλκιδέες τετρακόσιοι , τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι . μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν , τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι . μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν . παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι . εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι . τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο , κέρας ἔχοντες τὸ εὐώνυμον , ὀκτακισχίλιοι · ἐστρατήγεε δ’ αὐτῶν Ἀριστείδης Λυσιμάχου .
9.29 οὗτοι , πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι , ἦσαν ὁπλῖται , σύμπαντες ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες ἑπτά . ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβαρον ἦσαν τοσοῦτοι , ψιλῶν δὲ πλῆθος ἦν τόδε , τῆς μὲν Σπαρτιητικῆς τάξιος πεντακισχίλιοι καὶ τρισμύριοι ἄνδρες , ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα , καὶ τούτων πᾶς τις παρήρτητο ὡς ἐς πόλεμον · οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί , ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα , πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ τρισμύριοι ἦσαν .