9.26 πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας ἡμῖν , ἄνδρες Σπαρτιῆται , ἀγῶνες ἀγωνίδαται , πολλοὶ δὲ καὶ πρὸς ἄλλους . οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας περ Ἀθηναίους · οὐ γάρ σφι ἐστὶ ἔργα οἷά περ ἡμῖν κατεργασμένα , οὔτ’ ὦν καινὰ οὔτε παλαιά . ʹ
9.27 οἳ μὲν ταῦτα ἔλεγον , Ἀθηναῖοι δὲ πρὸς ταῦτα ὑπεκρίναντο τάδε . ʹ ἐπιστάμεθα μὲν σύνοδον τήνδε μάχης εἵνεκα συλλεγῆναι πρὸς τὸν βάρβαρον , ἀλλ’ οὐ λόγων · ἐπεὶ δὲ Τεγεήτης προέθηκε παλαιὰ καὶ καινὰ λέγειν τὰ ἑκατέροισι ἐν τῷ παντὶ χρόνῳ κατέργασται χρηστά , ἀναγκαίως ἡμῖν ἔχει δηλῶσαι πρὸς ὑμέας ὅθεν ἡμῖν πατρώιον ἐστὶ ἐοῦσι χρηστοῖσι αἰεὶ πρώτοισι εἶναι μᾶλλον Ἀρκάσι . Ἡρακλείδας , τῶν οὗτοι φασὶ ἀποκτεῖναι τὸν ἡγεμόνα ἐν Ἰσθμῷ , τοῦτο μὲν τούτους , πρότερον ἐξελαυνομένους ὑπὸ πάντων Ἑλλήνων ἐς τοὺς ἀπικοίατο φεύγοντες δουλοσύνην πρὸς Μυκηναίων , μοῦνοι ὑποδεξάμενοι τὴν Εὐρυσθέος ὕβριν κατείλομεν , σὺν ἐκείνοισι μάχῃ νικήσαντες τοὺς τότε ἔχοντας Πελοπόννησον . τοῦτο δὲ Ἀργείους τοὺς μετὰ Πολυνείκεος ἐπὶ Θήβας ἐλάσαντας , τελευτήσαντας τὸν αἰῶνα καὶ ἀτάφους κειμένους , στρατευσάμενοι ἐπὶ τοὺς Καδμείους ἀνελέσθαι τε τοὺς νεκροὺς φαμὲν καὶ θάψαι τῆς ἡμετέρης ἐν Ἐλευσῖνι . ἔστι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐς Ἀμαζονίδας τὰς ἀπὸ Θερμώδοντος ποταμοῦ ἐσβαλούσας κοτὲ ἐς γῆν τὴν Ἀττικήν , καὶ ἐν τοῖσι Τρωικοῖσι πόνοισι οὐδαμῶν ἐλειπόμεθα . ἀλλ’ οὐ γάρ τι προέχει τούτων ἐπιμεμνῆσθαι · καὶ γὰρ ἂν χρηστοὶ τότε ἐόντες ὡυτοὶ νῦν ἂν εἶεν φλαυρότεροι , καὶ τότε ἐόντες φλαῦροι νῦν ἂν εἶεν ἀμείνονες .