8.10 ὁρῶντες δὲ σφέας οἵ τε ἄλλοι στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ ὀλίγῃσι , πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας , ἐλπίσαντες σφέας εὐπετέως αἱρήσειν , οἰκότα κάρτα ἐλπίσαντες , τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας , τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας . καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον . ὅσοι μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι , ἀέκοντές τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοστήσει · οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα . ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον , ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται · Ἀθηναίων γὰρ αὐτοῖσι λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα .
8.11 τοῖσι δὲ Ἕλλησι ὡς ἐσήμηνε , πρῶτα μὲν ἀντίπρῳροι τοῖσι βαρβάροισι γενόμενοι ἐς τὸ μέσον τὰς πρύμνας συνήγαγον , δεύτερα δὲ σημήναντος ἔργου εἴχοντο ἐν ὀλίγῳ περ ἀπολαμφθέντες καὶ κατὰ στόμα . ἐνθαῦτα τριήκοντα νέας αἱρέουσι τῶν βαρβάρων καὶ τὸν Γόργου τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸν Φιλάονα τὸν Χέρσιος , λόγιμον ἐόντα ἐν τῷ στρατοπέδῳ ἄνδρα . πρῶτος δὲ Ἑλλήνων νέα τῶν πολεμίων εἷλε ἀνὴρ Ἀθηναῖος Λυκομήδης Αἰσχραίου , καὶ τὸ ἀριστήιον ἔλαβε οὗτος .