7.187 εὑρίσκω γὰρ συμβαλλόμενος , εἰ χοίνικα πυρῶν ἕκαστος τῆς ἡμέρης ἐλάμβανε καὶ μηδὲν πλέον , ἕνδεκα μυριάδας μεδίμνων τελεομένας ἐπ’ ἡμέρῃ ἑκάστῃ καὶ πρὸς τριηκοσίους τε ἄλλους μεδίμνους καὶ τεσσεράκοντα · γυναιξὶ δὲ καὶ εὐνούχοισι καὶ ὑποζυγίοισι καὶ κυσὶ οὐ λογίζομαι . ἀνδρῶν δὲ ἐουσέων τοσουτέων μυριάδων , κάλλεός τε εἵνεκα καὶ μεγάθεος οὐδεὶς αὐτῶν ἀξιονικότερος ἦν αὐτοῦ Ξέρξεω ἔχειν τοῦτο τὸ κράτος .
7.188 δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς , αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ , ἄλλαι δ’ ἐπ’ ἐκείνῃσι ἐπ’ ἀγκυρέων · ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου , πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας . ταύτην μὲν τὴν εὐφρόνην οὕτω , ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης , τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι . ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου , οἳ δ’ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας , καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν · ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε , τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ , τὰς δὲ ἐς τὸν αἰγιαλόν · αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον , αἳ δὲ ἐς Μελίβοιαν πόλιν , αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο · ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον .