7.172 ἀπικόμενοι δὲ ἐπὶ τούτους τῶν Θεσσαλῶν οἱ ἄγγελοι ἔλεγον · ʹ Ἄνδρες Ἕλληνες , δεῖ φυλάσσεσθαι τὴν ἐσβολὴν τὴν Ὀλυμπικήν , ἵνα Θεσσαλίη τε καὶ σύμπασα Ἑλλὰς ἐν σκέπῃ τοῦ πολέμου . ἡμεῖς μέν νυν ἕτοιμοι εἰμὲν συμφυλάσσειν , πέμπειν δὲ χρὴ καὶ ὑμέας στρατιὴν πολλήν , ὡς , εἰ μὴ πέμψετε , ἐπίστασθε ἡμέας ὁμολογήσειν τῷ Πέρσῃ · οὐ γάρ τι προκατημένους τοσοῦτο πρὸ τῆς ἄλλης Ἑλλάδος μούνους πρὸ ὑμέων δεῖ ἀπολέσθαι . βοηθέειν δὲ οὐ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τε ἐστὲ προσφέρειν · οὐδαμὰ γὰρ ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ . ἡμεῖς δὲ πειρησόμεθα αὐτοί τινα σωτηρίην μηχανώμενοι . ʹ
7.173 ταῦτα ἔλεγον οἱ Θεσσαλοί . οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύσαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν φυλάξοντα τὴν ἐσβολήν . ὡς δὲ συνελέχθη στρατός , ἔπλεε δι’ Εὐρίπου · ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον , ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην , τὰς νέας αὐτοῦ καταλιπών , καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν , μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης . ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίους ὁπλίτας συλλεγέντες , καί σφι προσῆν Θεσσαλῶν ἵππος · ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος , γένεος μέντοι ἐὼν οὐ τοῦ βασιληίου , Ἀθηναίων δὲ Θεμιστοκλέης Νεοκλέος . ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα ·