7.154 οὗτος μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας · Κλεάνδρου δὲ τοῦ Παντάρεος τελευτήσαντος τὸν βίον , ὃς ἐτυράννευσε μὲν Γέλης ἑπτὰ ἔτεα , ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου , ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης Κλεάνδρου ἐὼν ἀδελφεός . ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα , Γέλων ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος , πολλῶν μετ’ ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου { ... } ὃς ἦν δορυφόρος Ἱπποκράτεος . μετὰ δὲ οὐ πολλὸν χρόνον δι’ ἀρετὴν ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος · πολιορκέοντος γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ τῶν βαρβάρων συχνούς , ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι πολέμοισι ἐὼν Γέλων λαμπρότατος . τῶν δὲ εἶπον πολίων τουτέων πλὴν Συρηκουσέων οὐδεμία διέφυγε δουλοσύνην πρὸς Ἱπποκράτεος · Συρηκοσίους δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἐσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ , ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοῖσιδε καταλλάξαντες , ἐπ’ τε Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι . Συρηκοσίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον .
7.155 ὡς δὲ καὶ Ἱπποκράτεα τυραννεύσαντα ἴσα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀποθανεῖν πρὸς πόλι Ὕβλῃ στρατευσάμενον ἐπὶ τοὺς Σικελούς , οὕτω δὴ Γέλων τῷ λόγῳ τιμωρέων τοῖσι Ἱπποκράτεος παισὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ , οὐ βουλομένων τῶν πολιητέων κατηκόων ἔτι εἶναι , τῷ ἔργῳ , ὡς ἐπεκράτησε μάχῃ τῶν Γελῴων , ἦρχε αὐτὸς ἀποστερήσας τοὺς Ἱπποκράτεος παῖδας .