6.42 καὶ κατὰ τὸ ἔτος τοῦτο ἐκ τῶν Περσέων οὐδὲν ἐπὶ πλέον ἐγένετο τούτων ἐς νεῖκος φέρον Ἴωσι , ἀλλὰ τάδε μὲν χρήσιμα κάρτα τοῖσι Ἴωσι ἐγένετο τούτου τοῦ ἔτεος · Ἀρταφρένης Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε ποιέεσθαι , ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε καὶ ἄγοιεν . ταῦτά τε ἠνάγκασε ποιέειν , καὶ τὰς χώρας μετρήσας σφέων κατὰ παρασάγγας , τοὺς καλέουσι οἱ Πέρσαι τὰ τριήκοντα στάδια , κατὰ δὴ τούτους μετρήσας φόρους ἔταξε ἑκάστοισι , οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ Ἀρταφρένεος · ἐτάχθησαν δὲ σχεδὸν κατὰ ταὐτὰ καὶ πρότερον εἶχον . καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν .
6.43 ἅμα δὲ τῷ ἔαρι , τῶν ἄλλων καταλελυμένων στρατηγῶν ἐκ βασιλέος , Μαρδόνιος Γοβρύεω κατέβαινε ἐπὶ θάλασσαν , στρατὸν πολλὸν μὲν κάρτα πεζὸν ἅμα ἀγόμενος πολλὸν δὲ ναυτικόν , ἡλικίην τε νέος ἐὼν καὶ νεωστὶ γεγαμηκὼς βασιλέος Δαρείου θυγατέρα Ἀρτοζώστρην · ἄγων δὲ τὸν στρατὸν τοῦτον Μαρδόνιος ἐπείτε ἐγένετο ἐν τῇ Κιλικίῃ , αὐτὸς μὲν ἐπιβὰς ἐπὶ νεὸς ἐκομίζετο ἅμα τῇσι ἄλλῃσι νηυσί , στρατιὴν δὲ τὴν πεζὴν ἄλλοι ἡγεμόνες ἦγον ἐπὶ τὸν Ἑλλήσποντον . ὡς δὲ παραπλέων τὴν Ἀσίην ἀπίκετο Μαρδόνιος ἐς τὴν Ἰωνίην , ἐνθαῦτα μέγιστον θῶμα ἐρέω τοῖσι μὴ ἀποδεκομένοισι Ἑλλήνων Περσέων τοῖσι ἑπτὰ Ὀτάνεα γνώμην ἀποδέξασθαι ὡς χρεὸν εἴη δημοκρατέεσθαι Πέρσας · τοὺς γὰρ τυράννους τῶν Ἰώνων καταπαύσας πάντας Μαρδόνιος δημοκρατίας κατίστα ἐς τὰς πόλιας .