6.30 εἰ μέν νυν , ὡς ἐζωγρήθη , ἄχθη ἀγόμενος παρὰ βασιλέα Δαρεῖον , δὲ οὔτ’ ἂν ἔπαθε κακὸν οὐδὲν δοκέειν ἐμοί , ἀπῆκέ τ’ ἂν αὐτῷ τὴν αἰτίην · νῦν δέ μιν αὐτῶν τε τούτων εἵνεκα καὶ ἵνα μὴ διαφυγὼν αὖτις μέγας παρὰ βασιλέι γένηται , Ἀρταφρένης τε Σαρδίων ὕπαρχος καὶ λαβὼν Ἅρπαγος , ὡς ἀπίκετο ἀγόμενος ἐς Σάρδις , τὸ μὲν αὐτοῦ σῶμα αὐτοῦ ταύτῃ ἀνεσταύρωσαν , τὴν δὲ κεφαλὴν ταριχεύσαντες ἀνήνεικαν παρὰ βασιλέα Δαρεῖον ἐς Σοῦσα . Δαρεῖος δὲ πυθόμενος ταῦτα καὶ ἐπαιτιησάμενος τοὺς ταῦτα ποιήσαντας ὅτι μιν οὐ ζώοντα ἀνήγαγον ἐς ὄψιν τὴν ἑωυτοῦ , τὴν κεφαλὴν τὴν Ἱστιαίου λούσαντάς τε καὶ περιστείλαντας εὖ ἐνετείλατο θάψαι ὡς ἀνδρὸς μεγάλως ἑωυτῷ τε καὶ Πέρσῃσι εὐεργέτεω .
6.31 τὰ μὲν περὶ Ἱστιαῖον οὕτω ἔσχε . δὲ ναυτικὸς στρατὸς Περσέων χειμερίσας περὶ Μίλητον , τῷ δευτέρῳ ἔτεϊ ὡς ἀνέπλωσε , αἱρέει εὐπετέως τὰς νήσους τὰς πρὸς τῇ ἠπείρῳ κειμένας , Χίον καὶ Λέσβον καὶ Τένεδον . ὅκως δὲ λάβοι τινὰ τῶν νήσων , ὡς ἑκάστην αἱρέοντες οἱ βάρβαροι ἐσαγήνευον τοὺς ἀνθρώπους . σαγηνεύουσι δὲ τόνδε τὸν τρόπον · ἀνὴρ ἀνδρὸς ἁψάμενος τῆς χειρὸς ἐκ θαλάσσης τῆς βορηίης ἐπὶ τὴν νοτίην διήκουσι , καὶ ἔπειτα διὰ πάσης τῆς νήσου διέρχονται ἐκθηρεύοντες τοὺς ἀνθρώπους . αἵρεον δὲ καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλιας τὰς Ἰάδας κατὰ ταὐτά , πλὴν οὐκ ἐσαγήνευον τοὺς ἀνθρώπους · οὐ γὰρ οἷά τ’ ἦν .