6.25 καὶ Σαμίοισι μούνοισι τῶν ἀποστάντων ἀπὸ Δαρείου διὰ τὴν ἔκλειψιν τῶν νεῶν ἐν τῇ ναυμαχίῃ οὔτε πόλις οὔτε τὰ ἱρὰ ἐνεπρήσθη . Μιλήτου δὲ ἁλούσης αὐτίκα Καρίην ἔσχον οἱ Πέρσαι , τὰς μὲν ἐθελοντὴν τῶν πολίων ὑποκυψάσας , τὰς δὲ ἀνάγκῃ προσηγάγοντο .
6.26 ταῦτα μὲν δὴ οὕτω ἐγίνετο . Ἱστιαίῳ δὲ τῷ Μιλησίῳ ἐόντι περὶ Βυζάντιον καὶ συλλαμβάνοντι τὰς Ἰώνων ὁλκάδας ἐκπλεούσας ἐκ τοῦ Πόντου ἐξαγγέλλεται τὰ περὶ τὴν Μίλητον γενόμενα . τὰ μὲν δὴ περὶ Ἑλλήσποντον ἔχοντα πρήγματα ἐπιτράπει Βισάλτῃ Ἀπολλοφάνεος παιδὶ Ἀβυδηνῷ , αὐτὸς δὲ ἔχων Λεσβίους ἐς Χίον ἔπλεε , καὶ Χίων φρουρῇ οὐ προσιεμένῃ μιν συνέβαλε ἐν Κοίλοισι καλεομένοισι τῆς Χίης χώρης . τούτων τε δὴ ἐφόνευσε συχνούς , καὶ τῶν λοιπῶν Χίων , οἷα δὴ κεκακωμένων ἐκ τῆς ναυμαχίης , Ἱστιαῖος ἔχων τοὺς λεσβίους ἐπεκράτησε , ἐκ Πολίχνης τῆς Χίων ὁρμώμενος .
6.27 φιλέει δέ κως προσημαίνειν , εὖτ’ ἂν μέλλῃ μεγάλα κακὰ πόλι ἔθνεϊ ἔσεσθαι · καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο · τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν , τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε · τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον , ὀλίγον πρὸ τῆς ναυμαχίης , παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε στέγη , ὥστε ἀπ’ ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε .