6.22 Μίλητος μέν νυν Μιλησίων ἠρήμωτο . Σαμίων δὲ τοῖσί τι ἔχουσι τὸ μὲν ἐς τοὺς Μήδους ἐκ τῶν στρατηγῶν τῶν σφετέρων ποιηθὲν οὐδαμῶς ἤρεσκε , ἐδόκεε δὲ μετὰ τὴν ναυμαχίην αὐτίκα βουλευομένοισι , πρὶν σφι ἐς τὴν χώρην ἀπικέσθαι τὸν τύραννον Αἰάκεα , ἐς ἀποικίην ἐκπλέειν μηδὲ μένοντας Μήδοισί τε καὶ Αἰάκεϊ δουλεύειν . Ζαγκλαῖοι γὰρ οἱ ἀπὸ Σικελίης τὸν αὐτὸν χρόνον τοῦτον πέμποντες ἐς τὴν Ἰωνίην ἀγγέλους ἐπεκαλέοντο τοὺς Ἴωνας ἐς Καλὴν ἀκτήν , βουλόμενοι αὐτόθι πόλιν κτίσαι Ἰώνων . δὲ Καλὴ αὕτη ἀκτὴ καλεομένη ἔστι μὲν Σικελῶν , πρὸς δὲ Τυρσηνίην τετραμμένη τῆς Σικελίης . τούτων ὦν ἐπικαλεομένων οἱ Σάμιοι μοῦνοι Ἰώνων ἐστάλησαν , σὺν δέ σφι Μιλησίων οἱ ἐκπεφευγότες · ἐν τοιόνδε δή τι συνήνεικε γενέσθαι .
6.23 Σάμιοι γὰρ κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι , καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ βασιλεὺς αὐτῶν , τῷ οὔνομα ἦν Σκύθης , περικατέατο πόλιν τῶν Σικελῶν ἐξελεῖν βουλόμενοι . μαθὼν δὲ ταῦτα Ῥηγίου τύραννος Ἀναξίλεως , τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι , συμμίξας τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν ἀκτήν , ἐπ’ ἣν ἔπλεον , ἐᾶν χαίρειν , τὴν δὲ Ζάγκλην σχεῖν ἐοῦσαν ἔρημον ἀνδρῶν . πειθομένων δὲ τῶν Σαμίων καὶ σχόντων τὴν Ζάγκλην , ἐνθαῦτα οἱ Ζαγκλαῖοι , ὡς ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν , ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέλης τύραννον · ἦν γὰρ δή σφι οὗτος σύμμαχος .