6.17 οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι . Διονύσιος δὲ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα , νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι , εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ · δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην , γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην , ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός , Καρχηδονίων δὲ καὶ Τυρσηνῶν .
6.18 οἱ δὲ Πέρσαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺς Ἴωνας , τὴν Μίλητον πολιορκέοντες ἐκ γῆς καὶ θαλάσσης καὶ ὑπορύσσοντες τὰ τείχεα καὶ παντοίας μηχανὰς προσφέροντες , αἱρέουσι κατ’ ἄκρης ἕκτῳ ἔτεϊ ἀπὸ τῆς ἀποστάσιος τῆς Ἀρισταγόρεω καὶ ἠνδραποδίσαντο τὴν πόλιν , ὥστε συμπεσεῖν τὸ πάθος τῷ χρηστηρίῳ τῷ ἐς Μίλητον γενομένῳ .
6.19 χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον , τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον , τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους . τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον , ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου , τότε μνησθήσομαι · τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε , ἔχει ὧδε . ʹ καὶ τότε δή , Μίλητε κακῶν ἐπιμήχανε ἔργων , | πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ , | σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις , | νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει . ʹ