5.99 Ἀρισταγόρης δέ , ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι νηυσί , ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας , οἳ οὐ τὴν Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων , ὀφειλόμενά σφι ἀποδιδόντες · οἱ γὰρ δὴ Μιλήσιοι πρότερον τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν , ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων Σάμιοι ἐβοήθεον · οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι σύμμαχοι παρῆσαν , ἐποιέετο στρατηίην Ἀρισταγόρης ἐς Σάρδις . αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλ’ ἔμενε ἐν Μιλήτῳ , στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι , τὸν ἑωυτοῦ τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἀστῶν ἄλλον Ἑρμόφαντον .
5.100 ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον πλοῖα μὲν κατέλιπον ἐν Κορησῷ τῆς Ἐφεσίης , αὐτοὶ δὲ ἀνέβαινον χειρὶ πολλῇ , ποιεύμενοι Ἐφεσίους ἡγεμόνας τῆς ὁδοῦ . πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον , ἐνθεῦτεν ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο , αἱρέουσι Σάρδις οὐδενός σφι ἀντιωθέντος , αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα πάντα · τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην .
5.101 τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας σφέας τὴν πόλιν ἔσχε τόδε . ἦσαν ἐν τῇσι Σάρδισι οἰκίαι αἱ μὲν πλεῦνες καλάμιναι , ὅσαι δ’ αὐτέων καὶ πλίνθιναι ἦσαν , καλάμου εἶχον τὰς ὀροφάς · τουτέων δὴ μίαν τῶν τις στρατιωτέων ὡς ἐνέπρησε , αὐτίκα ἀπ’ οἰκίης ἐπ’ οἰκίην ἰὸν τὸ πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν .