5.77 ὅσους δὲ καὶ τούτων ἐζώγρησαν , ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐς πέδας δήσαντες · χρόνῳ δὲ ἔλυσαν σφέας δίμνεως ἀποτιμησάμενοι . τὰς δὲ πέδας αὐτῶν , ἐν τῇσι ἐδεδέατο , ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν · αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι , κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου , ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου . καὶ τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον · τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι · ἐπιγέγραπται δέ οἱ τάδε . ʹ ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες | παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου , | δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν · | τῶν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν . ʹ
5.78 Ἀθηναῖοι μέν νυν ηὔξηντο . δηλοῖ δὲ οὐ κατ’ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἰσηγορίη ὡς ἔστι χρῆμα σπουδαῖον , εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνους , ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο . δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι , ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατεργάζεσθαι .
5.79 οὗτοι μέν νυν ταῦτα ἔπρησσον . Θῃβαῖοι δὲ μετὰ ταῦτα ἐς θεὸν ἔπεμπον , βουλόμενοι τίσασθαι Ἀθηναίους . δὲ Πυθίη ἀπὸ σφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖσι εἶναι τίσιν , ἐς πολύφημον δὲ ἐξενείκαντας ἐκέλευε τῶν ἄγχιστα δέεσθαι .