5.32 μὲν δὴ Ἀρισταγόρης ὡς ταῦτα ἤκουσε , περιχαρὴς ἐὼν ἀπήιε ἐς Μίλητον . δὲ Ἀρταφρένης , ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀρισταγόρεω λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο , παρεσκευάσατο μὲν διηκοσίας τριήρεας , πολλὸν δὲ κάρτα ὅμιλον Περσέων τε καὶ τῶν ἄλλων συμμάχων , στρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρσην τῶν Ἀχαιμενιδέων , ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν , τοῦ Παυσανίης Κλεομβρότου Λακεδαιμόνιος , εἰ δὴ ἀληθής γε ἐστὶ λόγος , ὑστέρῳ χρόνῳ τούτων ἡρμόσατο θυγατέρα , ἔρωτα σχὼν τῆς Ἑλλάδος τύραννος γενέσθαι . ἀποδέξας δὲ Μεγαβάτην στρατηγὸν Ἀρταφρένης ἀπέστειλε τὸν στρατὸν παρὰ τὸν Ἀρισταγόρεα .
5.33 παραλαβὼν δὲ Μεγαβάτης τόν τε Ἀρισταγόρεα ἐκ τῆς Μιλήτου καὶ τὴν Ἰάδα στρατιὴν καὶ τοὺς Ναξίους ἔπλεε πρόφασιν ἐπ’ Ἑλλησπόντου , ἐπείτε δὲ ἐγένετο ἐν Χίῳ , ἔσχε τὰς νέας ἐς Καύκασα , ὡς ἐνθεῦτεν βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον διαβάλοι . καὶ οὐ γὰρ ἔδεε τούτῳ τῷ στόλῳ Ναξίους ἀπολέσθαι , πρῆγμα τοιόνδε συνηνείχθη γενέσθαι . περιιόντος Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακάς , ἐπὶ νεὸς Μυνδίης ἔτυχε οὐδεὶς φυλάσσων · δὲ δεινόν τι ποιησάμενος ἐκέλευσε τοὺς δορυφόρους ἐξευρόντας τὸν ἄρχοντα ταύτης τῆς νεός , τῷ οὔνομα ἦν Σκύλαξ , τοῦτον δῆσαι διὰ θαλαμίης διελόντας τῆς νεὸς κατὰ τοῦτο , ἔξω μὲν κεφαλὴν ποιεῦντας ἔσω δὲ τὸ σῶμα .