5.23 σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα , ἵνα μὴ οἰκηίῳ πολέμῳ συνέχῃ · τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον . ἐπεὰν δὲ αὐτὸν περιλάβῃς , ποιέειν ὅκως μηκέτι κεῖνος ἐς Ἕλληνας ἀπίξεται . ʹ
5.24 ταῦτα λέγων Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον ὡς εὖ προορῶν τὸ μέλλον γίνεσθαι . μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον Δαρεῖος ἔλεγε τάδε . ʹ Ἱστιαῖε , βασιλεὺς Δαρεῖος τάδε λέγει . ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι εἶναι οὐδένα σεῦ ἄνδρα εὐνοέστερον · τοῦτο δὲ οὐ λόγοισι ἀλλ’ ἔργοισι οἶδα μαθών . νῦν ὦν , ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι , ἀπίκεό μοι πάντως , ἵνα τοι αὐτὰ ὑπερθέωμαι . ʹ τούτοισι τοῖσι ἔπεσι πιστεύσας Ἱστιαῖος , καὶ ἅμα μέγα ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι , ἀπίκετο ἐς τὰς Σάρδις · ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε . ʹ Ἱστιαῖε , ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν . ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν , οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέι ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ ἐς λόγους μοι ἀπικέσθαι , ἐγνωκὼς ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος , τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά . νῦν ὦν , εὖ γὰρ ἐποίησας ἀπικόμενος , τάδε τοι ἐγὼ προτείνομαι · Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ πόλιν , σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω , ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος . ʹ