4.86 ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς ʹκατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον̓ τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος · αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται , στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι . μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι , παρέχεται δὲ καὶ λίμνην Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ , Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου .
4.87 δὲ Δαρεῖος ὡς ἐθεήσατο τὸν Πόντον , ἔπλεε ὀπίσω ἐπὶ τὴν γέφυραν , τῆς ἀρχιτέκτων ἐγένετο Μανδροκλέης Σάμιος · θεησάμενος δὲ καὶ τὸν Βόσπορον στήλας ἔστησε δύο ἐπ’ αὐτοῦ λίθου λευκοῦ , ἐνταμὼν γράμματα ἐς μὲν τὴν Ἀσσύρια ἐς δὲ τὴν Ἑλληνικά , ἔθνεα πάντα ὅσα περ ἦγε · ἦγε δὲ πάντα τῶν ἦρχε . τούτων μυριάδες ἐξηριθμήθησαν , χωρὶς τοῦ ναυτικοῦ , ἑβδομήκοντα σὺν ἱππεῦσι , νέες δὲ ἑξακόσιαι συνελέχθησαν . τῇσι μέν νυν στήλῃσι ταύτῃσι Βυζάντιοι κομίσαντες ἐς τὴν πόλιν ὕστερον τούτων ἐχρήσαντο πρὸς τὸν βωμὸν τῆς Ὀρθωσίης Ἀρτέμιδος , χωρὶς ἑνὸς λίθου · οὗτος δὲ κατελείφθη παρὰ τοῦ Διονύσου τὸν νηὸν ἐν Βυζαντίῳ , γραμμάτων Ἀσσυρίων πλέος . τοῦ δὲ Βοσπόρου χῶρος τὸν ἔζευξε βασιλεὺς Δαρεῖος , ὡς ἐμοὶ δοκέει συμβαλλομένῳ , μέσον ἐστὶ Βυζαντίου τε καὶ τοῦ ἐπὶ στόματι ἱροῦ .