4.49 ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον , δὲ Βρόγγος ἐς τὸν Ἴστρον · οὕτω ἀμφοτέρους ἐόντας μεγάλους Ἴστρος δέκεται . ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν · ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης Ἴστρος , ἀρξάμενος ἐκ Κελτῶν , οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπη · ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει .
4.50 τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται Ἴστρος ποταμῶν μέγιστος , ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν Νεῖλος πλήθει ἀποκρατέει . ἴσος δὲ γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται . ἴσος δὲ αἰεὶ ῥέει ἐν τε θέρει καὶ χειμῶνι Ἴστρος κατὰ τοιόνδε τι , ὡς ἐμοὶ δοκέει · τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι , ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται · ὕεται γὰρ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ , νιφετῷ δὲ πάντα χρᾶται · τοῦ δὲ θέρεος χιὼν ἐν τῷ χειμῶνι πεσοῦσα , ἐοῦσα ἀμφιλαφής , τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον . αὕτη τε δὴ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ · ὕει γὰρ δὴ τὸ θέρος .