3.90 ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα καὶ τριηκόσιοι , ἑκάστης ἡμέρης εἷς γινόμενος , καὶ τάλαντα ἀργυρίου πεντακόσια · τούτων δὲ τεσσεράκοντα καὶ ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην χώρην ἀναισιμοῦτο , τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα Δαρείῳ ἐφοίτα · νομὸς τέταρτος οὗτος .
3.91 ἀπὸ δὲ Ποσιδηίου πόλιος , τὴν Ἀμφίλοχος Ἀμφιάρεω οἴκισε ἐπ’ οὔροισι τοῖσι Κιλίκων τε καὶ Σύρων , ἀρξάμενος ἀπὸ ταύτης μέχρι Αἰγύπτου , πλὴν μοίρης τῆς Ἀραβίων ʹταῦτα γὰρ ἦν ἀτελέἀ , πεντήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν . ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε πᾶσα καὶ Συρίη Παλαιστίνη καλεομένη καὶ Κύπρος · νομὸς πέμπτος οὗτος . ἀπ’ Αἰγύπτου δὲ καὶ Λιβύων τῶν προσεχέων Αἰγύπτῳ καὶ Κυρήνης τε καὶ Βάρκης ʹἐς γὰρ τὸν Αἰγύπτιον νομὸν αὗται ἐκεκοσμέατὀ ἑπτακόσια προσήιε τάλαντα , πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου , τὸ ἐγίνετο ἐκ τῶν ἰχθύων · τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου καὶ τοῦ [ ἐπιμετρουμένου ] σίτου προσήιε ἑπτακόσια τάλαντα · σίτου γὰρ δύο καὶ δέκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι καὶ τοῖσι τούτων ἐπικούροισι . νομὸς ἕκτος οὗτος . Σατταγύδαι δὲ καὶ Γανδάριοι καὶ Δαδίκαι τε καὶ Ἀπαρύται ἐς τὠυτὸ τεταγμένοι ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέφερον · νομὸς δὲ οὗτος ἕβδομος . ἀπὸ Σούσων δὲ καὶ τῆς ἄλλης Κισσίων χώρης τριηκόσια · νομὸς ὄγδοος οὗτος .