3.65 τὸ μὲν δὴ ἔργον ἐξέργασταί μοι , καὶ Σμέρδιν τὸν Κύρου μηκέτι ὑμῖν ἐόντα λογίζεσθε · οἱ δὲ ὑμῖν Μάγοι κρατέουσι τῶν βασιληίων , τόν τε ἔλιπον ἐπίτροπον τῶν οἰκίων καὶ ἐκείνου ἀδελφεὸς Σμέρδις . τὸν μέν νυν μάλιστα χρῆν ἐμεῦ αἰσχρὰ πρὸς τῶν Μάγων πεπονθότος τιμωρέειν ἐμοί , οὗτος μὲν ἀνοσίῳ μόρῳ τετελεύτηκε ὑπὸ τῶν ἑωυτοῦ οἰκηιοτάτων · τούτου δὲ μηκέτι ἐόντος , δεύτερα τῶν λοιπῶν ὑμῖν Πέρσαι γίνεταί μοι ἀναγκαιότατον ἐντέλλεσθαι τὰ θέλω μοι γενέσθαι τελευτῶν τὸν βίον · καὶ δὴ ὑμῖν τάδε ἐπισκήπτω θεοὺς τοὺς βασιληίους ἐπικαλέων καὶ πᾶσι ὑμῖν καὶ μάλιστα Ἀχαιμενιδέων τοῖσι παρεοῦσι , μὴ περιιδεῖν τὴν ἡγεμονίην αὖτις ἐς Μήδους περιελθοῦσαν , ἀλλ’ εἴτε δόλῳ ἔχουσι αὐτὴν κτησάμενοι , δόλῳ ἀπαιρεθῆναι ὑπὸ ὑμέων , εἴτε καὶ σθένεϊ τεῷ κατεργασάμενοι , σθένεϊ κατὰ τὸ καρτερὸν ἀνασώσασθαι . καὶ ταῦτα μὲν ποιεῦσι ὑμῖν γῆ τε καρπὸν ἐκφέροι καὶ γυναῖκές τε καὶ ποῖμναι τίκτοιεν , ἐοῦσι ἐς τὸν ἅπαντα χρόνον ἐλευθέροισι · μὴ δὲ ἀνασωσαμένοισι τὴν ἀρχὴν μηδ’ ἐπιχειρήσασι ἀνασώζειν τὰ ἐναντία τούτοισι ἀρῶμαι ὑμῖν γενέσθαι , καὶ πρὸς ἔτι τούτοισι τὸ τέλος Περσέων ἑκάστῳ ἐπιγενέσθαι οἷον ἐμοὶ ἐπιγέγονε . ʹ ἅμα τε εἴπας ταῦτα Καμβύσης ἀπέκλαιε πᾶσαν τὴν ἑωυτοῦ πρῆξιν .
3.66 πέρσαι δὲ ὡς τὸν βασιλέα εἶδον ἀνακλαύσαντα πάντες τά τε ἐσθῆτος ἐχόμενα εἶχον , ταῦτα κατηρείκοντο καὶ οἰμωγῇ ἀφθόνῳ διεχρέωντο .