2.31 μέχρι μέν νυν τεσσέρων μηνῶν πλόου καὶ ὁδοῦ γινώσκεται Νεῖλος πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος · τοσοῦτοι γὰρ συμβαλλομένῳ μῆνες εὑρίσκονται ἀναισιμούμενοι ἐξ Ἐλεφαντίνης πορευομένῳ ἐς τοὺς αὐτομόλους τούτους . ῥέει δὲ ἀπὸ ἑσπέρης τε καὶ ἡλίου δυσμέων . τὸ δὲ ἀπὸ τοῦδε οὐδεὶς ἔχει σαφέως φράσαι · ἔρημος γὰρ ἐστὶ χώρη αὕτη ὑπὸ καύματος .
2.32 ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀπικέσθαι ἐς λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλέι , καί κως ἐκ λόγων ἄλλων ἀπικέσθαι ἐς λέσχην περὶ τοῦ Νείλου , ὡς οὐδεὶς αὐτοῦ οἶδε τὰς πηγάς , καὶ τὸν Ἐτέαρχον φάναι ἐλθεῖν κοτε παρ’ αὐτὸν Νασαμῶνας ἄνδρας . τὸ δὲ ἔθνος τοῦτο ἐστὶ μὲν Λιβυκόν , νέμεται δὲ τὴν Σύρτιν τε καὶ τὴν πρὸς ἠῶ χώρην τῆς Σύρτιος οὐκ ἐπὶ πολλόν . ἀπικομένους δὲ τοὺς Νασαμῶνας καὶ εἰρωτωμένους εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης , φάναι παρὰ σφίσι γενέσθαι ἀνδρῶν δυναστέων παῖδας ὑβριστάς , τοὺς ἄλλα τε μηχανᾶσθαι ἀνδρωθέντας περισσὰ καὶ δὴ καὶ ἀποκληρῶσαι πέντε ἑωυτῶν ὀψομένους τὰ ἔρημα τῆς Λιβύης , καὶ εἴ τι πλέον ἴδοιεν τῶν τὰ μακρότατα ἰδομένων .