2.20 τῶν ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν τὸν ποταμόν , κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον . πολλάκις δὲ ἐτησίαι μὲν οὔκων ἔπνευσαν , δὲ Νεῖλος τὠυτὸ ἐργάζεται . πρὸς δέ , εἰ ἐτησίαι αἴτιοι ἦσαν , χρῆν καὶ τοὺς ἄλλους ποταμούς , ὅσοι τοῖσι ἐτησίῃσι ἀντίοι ῥέουσι , ὁμοίως πάσχειν καὶ κατὰ τὰ αὐτὰ τῷ Νείλῳ , καὶ μᾶλλον ἔτι τοσούτῳ ὅσῳ ἐλάσσονες ἐόντες ἀσθενέστερα τὰ ῥεύματα παρέχονται . εἰσὶ δὲ πολλοὶ μὲν ἐν τῇ Συρίῃ ποταμοὶ πολλοὶ δὲ ἐν τῇ Λιβύῃ , οἳ οὐδὲν τοιοῦτο πάσχουσι οἷόν τι καὶ Νεῖλος .
2.21 δ’ ἑτέρη ἀνεπιστημονεστέρη μὲν ἐστὶ τῆς λελεγμένης , λόγῳ δὲ εἰπεῖν θωμασιωτέρη · λέγει ἀπὸ τοῦ Ὠκεανοῦ ῥέοντα αὐτὸν ταῦτα μηχανᾶσθαι , τὸν δὲ Ὠκεανὸν γῆν περὶ πᾶσαν ῥέειν .
2.22 δὲ τρίτη τῶν ὁδῶν πολλὸν ἐπιεικεστάτη ἐοῦσα μάλιστα ἔψευσται · λέγει γὰρ δὴ οὐδ’ αὕτη οὐδέν , φαμένη τὸν Νεῖλον ῥέειν ἀπὸ τηκομένης χιόνος · ὃς ῥέει μὲν ἐκ Λιβύης διὰ μέσων Αἰθιόπων , ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον . κῶς ὦν δῆτα ῥέοι ἂν ἀπὸ χιόνος , ἀπὸ τῶν θερμοτάτων ῥέων ἐς τὰ ψυχρότερα τὰ πολλά ἐστι ; ἀνδρί γε λογίζεσθαι τοιούτων πέρι οἵῳ τε ἐόντι , ὡς οὐδὲ οἰκὸς ἀπὸ χιόνος μιν ῥέειν , πρῶτον μὲν καὶ μέγιστον μαρτύριον οἱ ἄνεμοι παρέχονται πνέοντες ἀπὸ τῶν χωρέων τουτέων θερμοί ·