2.13 πυθόμενοι γὰρ ὡς ὕεται πᾶσα χώρη τῶν Ἑλλήνων ἀλλ’ οὐ ποταμοῖσι ἄρδεται κατά περ σφετέρη , ἔφασαν Ἕλληνας ψευσθέντας κοτὲ ἐλπίδος μεγάλης κακῶς πεινήσειν . τὸ δὲ ἔπος τοῦτο ἐθέλει λέγειν ὡς , εἰ μὴ ἐθελήσει σφι ὕειν θεὸς ἀλλὰ αὐχμῷ διαχρᾶσθαι , λιμῷ οἱ Ἕλληνες αἱρεθήσονται · οὐ γὰρ δή σφι ἐστὶ ὕδατος οὐδεμία ἄλλη ἀποστροφὴ ὅτι μὴ ἐκ τοῦ Διὸς μοῦνον .
2.14 καὶ ταῦτα μὲν ἐς Ἕλληνας Αἰγυπτίοισι ὀρθῶς ἔχοντα εἴρηται · φέρε δὲ νῦν καὶ αὐτοῖσι Αἰγυπτίοισι ὡς ἔχει φράσω · εἴ σφι θέλοι , ὡς καὶ πρότερον εἶπον , χώρη ἔνερθε Μέμφιος ʹαὕτη γὰρ ἐστὶ αὐξανομένἠ κατὰ λόγον τοῦ παροιχομένου χρόνου ἐς ὕψος αὐξάνεσθαι , ἄλλο τι οἱ ταύτῃ οἰκέοντες Αἰγυπτίων πεινήσουσι ; εἰ μήτε γε ὕσεταί σφι χώρη μήτε ποταμὸς οἷός τ’ ἔσται ἐς τὰς ἀρούρας ὑπερβαίνειν . γὰρ δὴ νῦν γε οὗτοι ἀπονητότατα καρπὸν κομίζονται ἐκ γῆς τῶν τε ἄλλων ἀνθρώπων πάντων καὶ τῶν λοιπῶν Αἰγυπτίων · οἳ οὔτε ἀρότρῳ ἀναρρηγνύντες αὔλακας ἔχουσι πόνους οὔτε σκάλλοντες οὔτε ἄλλο ἐργαζόμενοι οὐδὲν τῶν οἱ ἄλλοι ἄνθρωποι περὶ λήιον πονέουσι , ἀλλ’ ἐπεάν σφι ποταμὸς αὐτόματος ἐπελθὼν ἄρσῃ τὰς ἀρούρας , ἄρσας δὲ ἀπολίπῃ ὀπίσω , τότε σπείρας ἕκαστος τὴν ἑωυτοῦ ἄρουραν ἐσβάλλει ἐς αὐτὴν ὗς , ἐπεὰν δὲ καταπατήσῃ τῇσι ὑσὶ τὸ σπέρμα , ἄμητον τὸ ἀπὸ τούτου μένει , ἀποδινήσας δὲ τῇσι ὑσὶ τὸν σῖτον οὕτω κομίζεται .