2.10 εἰσὶ δὲ καὶ ἄλλοι ποταμοί , οὐ κατὰ τὸν Νεῖλον ἐόντες μεγάθεα , οἵτινες ἔργα ἀποδεξάμενοι μεγάλα εἰσί · τῶν ἐγὼ φράσαι ἔχω οὐνόματα καὶ ἄλλων καὶ οὐκ ἥκιστα Ἀχελῴου , ὃς ῥέων δι’ Ἀκαρνανίης καὶ ἐξιεὶς ἐς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμισέας ἤδη ἤπειρον πεποίηκε .
2.11 ἔστι δὲ τῆς Ἀραβίης χώρης , Αἰγύπτου δὲ οὐ πρόσω , κόλπος θαλάσσης ἐσέχων ἐκ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης , μακρὸς οὕτω δή τι καὶ στεινὸς ὡς ἔρχομαι φράσων · μῆκος μὲν πλόου ἀρξαμένῳ ἐκ μυχοῦ διεκπλῶσαι ἐς τὴν εὐρέαν θάλασσαν ἡμέραι ἀναισιμοῦνται τεσσεράκοντα εἰρεσίῃ χρεωμένῳ · εὖρος δέ , τῇ εὐρύτατος ἐστὶ κόλπος , ἥμισυ ἡμέρης πλόου . ῥηχίη δ’ ἐν αὐτῷ καὶ ἄμπωτις ἀνὰ πᾶσαν ἡμέρην γίνεται . ἕτερον τοιοῦτον κόλπον καὶ τὴν Αἴγυπτον δοκέω γενέσθαι κοτέ , τὸν μὲν ἐκ τῆς βορηίης θαλάσσης κόλπον ἐσέχοντα ἐπ’ Αἰθιοπίης , τὸν δὲ Ἀράβιον , τὸν ἔρχομαι λέξων , ἐκ τῆς νοτίης φέροντα ἐπὶ Συρίης , σχεδὸν μὲν ἀλλήλοισι συντετραίνοντας τοὺς μυχούς , ὀλίγον δέ τι παραλλάσσοντας τῆς χώρης . εἰ ὦν ἐθελήσει ἐκτρέψαι τὸ ῥέεθρον Νεῖλος ἐς τοῦτον τὸν Ἀράβιον κόλπον , τί μιν κωλύει ῥέοντος τούτου ἐκχωσθῆναι ἐντός γε δισμυρίων ἐτέων ; ἐγὼ μὲν γὰρ ἔλπομαί γε καὶ μυρίων ἐντὸς χωσθῆναι ἄν · κοῦ γε δὴ ἐν τῷ προαναισιμωμένῳ χρόνῳ πρότερον ἐμὲ γενέσθαι οὐκ ἂν χωσθείη κόλπος καὶ πολλῷ μέζων ἔτι τούτου ὑπὸ τοσούτου τε ποταμοῦ καὶ οὕτω ἐργατικοῦ ;