2.4 ὅσα δὲ ἀνθρωπήια πρήγματα , ὧδε ἔλεγον ὁμολογέοντες σφίσι , πρώτους Αἰγυπτίους ἀνθρώπων ἁπάντων ἐξευρεῖν τὸν ἐνιαυτόν , δυώδεκα μέρεα δασαμένους τῶν ὡρέων ἐς αὐτόν · ταῦτα δὲ ἐξευρεῖν ἐκ τῶν ἀστέρων ἔλεγον · ἄγουσι δὲ τοσῷδε σοφώτερον Ἑλλήνων , ἐμοὶ δοκέειν , ὅσῳ Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων εἵνεκεν , Αἰγύπτιοι δὲ τριηκοντημέρους ἄγοντες τοὺς δυώδεκα μῆνας ἐπάγουσι ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας πάρεξ τοῦ ἀριθμοῦ , καί σφι κύκλος τῶν ὡρέων ἐς τὠυτὸ περιιὼν παραγίνεται . δυώδεκά τε θεῶν ἐπωνυμίας ἔλεγον πρώτους Αἰγυπτίους νομίσαι καὶ Ἕλληνας παρὰ σφέων ἀναλαβεῖν , βωμούς τε καὶ ἀγάλματα καὶ νηοὺς θεοῖσι ἀπονεῖμαι σφέας πρώτους καὶ ζῷα ἐν λίθοισι ἐγγλύψαι . καὶ τούτων μέν νυν τὰ πλέω ἔργῳ ἐδήλουν οὕτω γενόμενα . βασιλεῦσαι δὲ πρῶτον Αἰγύπτου ἄνθρωπον ἔλεγον Μῖνα · ἐπὶ τούτου , πλὴν τοῦ Θηβαϊκοῦ νομοῦ , πᾶσαν Αἴγυπτον εἶναι ἕλος , καὶ αὐτῆς εἶναι οὐδὲν ὑπερέχον τῶν νῦν ἔνερθε λίμνης τῆς Μοίριος ἐόντων , ἐς τὴν ἀνάπλοος ἀπὸ θαλάσσης ἑπτὰ ἡμερέων ἐστὶ ἀνὰ τὸν ποταμόν .
2.5 καὶ εὖ μοι ἐδόκεον λέγειν περὶ τῆς χώρης · δῆλα γὰρ δὴ καὶ μὴ προακούσαντι ἰδόντι δέ , ὅστις γε σύνεσιν ἔχει , ὅτι Αἴγυπτος , ἐς τὴν Ἕλληνες ναυτίλλονται , ἐστὶ Αἰγυπτίοισι ἐπίκτητός τε γῆ καὶ δῶρον τοῦ ποταμοῦ , καὶ τὰ κατύπερθε ἔτι τῆς λίμνης ταύτης μέχρι τριῶν ἡμερέων πλόου , τῆς πέρι ἐκεῖνοι οὐδὲν ἔτι τοιόνδε ἔλεγον , ἔστι δὲ ἕτερον τοιόνδε .