2.1 τελευτήσαντος δὲ Κύρου παρέλαβε τὴν βασιληίην Καμβύσης , Κύρου ἐὼν παῖς καὶ Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρός , τῆς προαποθανούσης Κῦρος αὐτός τε μέγα πένθος ἐποιήσατο καὶ τοῖσι ἄλλοισι προεῖπε πᾶσι τῶν ἦρχε πένθος ποιέεσθαι . ταύτης δὴ τῆς γυναικὸς ἐὼν παῖς καὶ Κύρου Καμβύσης Ἴωνας μὲν καὶ Αἰολέας ὡς δούλους πατρωίους ἐόντας ἐνόμιζε , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατηλασίην ἄλλους τε παραλαβὼν τῶν ἦρχε καὶ δὴ καὶ Ἑλλήνων τῶν ἐπεκράτεε .
2.2 οἱ δὲ Αἰγύπτιοι , πρὶν μὲν Ψαμμήτιχον σφέων βασιλεῦσαι , ἐνόμιζον ἑωυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων · ἐπειδὴ δὲ Ψαμμήτιχος βασιλεύσας ἠθέλησε εἰδέναι οἵτινες γενοίατο πρῶτοι , ἀπὸ τούτου νομίζουσι Φρύγας προτέρους γενέσθαι ἑωυτῶν , τῶν δὲ ἄλλων ἑωυτούς . Ψαμμήτιχος δὲ ὡς οὐκ ἐδύνατο πυνθανόμενος πόρον οὐδένα τούτου ἀνευρεῖν , οἳ γενοίατο πρῶτοι ἀνθρώπων , ἐπιτεχνᾶται τοιόνδε . παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιμένι τρέφειν ἐς τὰ ποίμνια τροφήν τινα τοιήνδε , ἐντειλάμενος μηδένα ἀντίον αὐτῶν μηδεμίαν φωνὴν ἱέναι , ἐν στέγῃ δὲ ἐρήμῃ ἐπ’ ἑωυτῶν κέεσθαι αὐτά , καὶ τὴν ὥρην ἐπαγινέειν σφι αἶγας , πλήσαντα δὲ γάλακτος τἆλλα διαπρήσσεσθαι · ταῦτα δὲ ἐποίεέ τε καὶ ἐνετέλλετο Ψαμμήτιχος θέλων ἀκοῦσαι τῶν παιδίων , ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων , ἥντινα φωνὴν ῥήξουσι πρώτην · τά περ ὦν καὶ ἐγένετο . ὡς γὰρ διέτης χρόνος ἐγεγόνεε ταῦτα τῷ ποιμένι πρήσσοντι , ἀνοίγοντι τὴν θύρην καὶ ἐσιόντι τὰ παιδία ἀμφότερα προσπίπτοντα βεκὸς ἐφώνεον , ὀρέγοντα τὰς χεῖρας .