1.89 Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε · μεταστησάμενος δὲ τοὺς ἄλλους , εἴρετο Κροῖσον τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι . δὲ εἶπε ʹ ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί , δικαιῶ , εἴ τι ἐνορέω πλέον , σημαίνειν σοί . Πέρσαι φύσιν ἐόντες ὑβρισταὶ εἰσὶ ἀχρήματοι . ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα , τάδε τοὶ ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι . ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ , τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον . νῦν ὦν ποίησον ὧδε , εἲ τοι ἀρέσκει τὰ ἐγὼ λέγω · κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους , οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὡς σφέα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί . καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα , καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι . ʹ
1.90 ταῦτα ἀκούων Κῦρος ὑπερήδετο , ὥς οἱ ἐδόκεε εὖ ὑποτίθεσθαι · αἰνέσας δὲ πολλά , καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι τὰ Κροῖσος ὑπεθήκατο ἐπιτελέειν , εἶπε πρὸς Κροῖσον τάδε . ʹ Κροῖσε , ἀναρτημένου σεῦ ἀνδρὸς βασιλέος χρηστὰ ἔργα καὶ ἔπεα ποιέειν , αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι παραυτίκα . ʹ δὲ εἶπε ʹ δέσποτα , ἐάσας με χαριεῖ μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων , τὸν ἐγὼ ἐτίμησα θεῶν μάλιστα , ἐπειρέσθαι πέμψαντα τάσδε τὰς πέδας , εἰ ἐξαπατᾶν τοὺς εὖ ποιεῦντας νόμος ἐστί οἱ . ʹ Κῦρος δὲ εἴρετο τι οἱ τοῦτο ἐπηγορέων παραιτέοιτο .