1.73 χρόνου δὲ γενομένου , καὶ αἰεὶ φοιτεόντων τῶν Σκυθέων ἐπ’ ἄγρην καὶ αἰεί τι φερόντων , καὶ κοτε συνήνεικε ἑλεῖν σφεας μηδέν · νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ Κυαξάρης ʹἦν γάρ , ὡς διέδεξε , ὀργὴν ἄκροσ̓ τρηχέως κάρτα περιέσπε ἀεικείῃ . οἳ δὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες , ὥστε ἀνάξια σφέων αὐτῶν πεπονθότες , ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκομένων παίδων ἕνα κατακόψαι , σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν , Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν , δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις . ταῦτα καὶ ἐγένετο . καὶ γὰρ Κυαξάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτων ἐπάσαντο , καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ἱκέται ἐγένοντο .
1.74 μετὰ δὲ ταῦτα , οὐ γὰρ δὴ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ , πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπ’ ἔτεα πέντε , ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν , πολλάκις δὲ οἱ Λυδοὶ τοὺς Μήδους , ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο · διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι . τὴν δὲ μεταλλαγὴν ταύτην τῇ ἡμέρης Θαλῆς Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι , οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο μεταβολή .