1.71 παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας , τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός , ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων , συνεβούλευσε Κροίσῳ τάδε · οὔνομά οἱ ἦν Σάνδανις . ʹ βασιλεῦ , ἐπ’ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι , οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι , σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλ’ ὅσα ἔχουσι , χώρην ἔχοντες τρηχέαν . πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι , οὐ σῦκα δὲ ἔχουσι τρώγειν , οὐκ ἄλλο ἀγαθὸν οὐδέν . τοῦτο μὲν δή , εἰ νικήσεις , τί σφέας ἀπαιρήσεαι , τοῖσί γε μὴ ἔστι μηδέν ; τοῦτο δέ , ἢν νικηθῇς , μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις · γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται . ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν , οἳ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς . ʹ ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον . Πέρσῃσι γάρ , πρὶν Λυδοὺς καταστρέψασθαι , ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν .
1.72 οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται · ἦσαν δὲ οἱ Σύριοι οὗτοι τὸ μὲν πρότερον Πέρσας ἄρξαι Μήδων κατήκοοι , τότε δὲ Κύρου .