1.59 οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα · γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον , ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων , καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος , τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω , καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν · συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε . τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς , οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν , ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι , πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ , Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα . δὲ δῆμος τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου , κορυνηφόροι δέ · ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε . συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν . ἔνθα δὴ Πεισίστρατος ἦρχε Ἀθηναίων , οὔτε τιμὰς τὰς ἐούσας συνταράξας οὔτε θέσμια μεταλλάξας , ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν κοσμέων καλῶς τε καὶ εὖ .
1.60 μετὰ δὲ οὐ πολλὸν χρόνον τὠυτὸ φρονήσαντες οἵ τε τοῦ Μεγακλέος στασιῶται καὶ οἱ τοῦ Λυκούργου ἐξελαύνουσί μιν . οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας , καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζωμένην ἔχων ἀπέβαλε . οἳ δὲ ἐξελάσαντες Πεισίστρατον αὖτις ἐκ νέης ἐπ’ ἀλλήλοισι ἐστασίασαν .