8.37 Ἐπεὶ δὲ ἀγχοῦ τε ἦσαν οἱ βάρβαροι ἐπιόντες καὶ ἀπώρων τὸ ἱρὸν , ἐν τούτῳ προφήτης , τῷ οὔνομα ἦν Ἀκήρατος , ὁρᾷ πρὸ τοῦ νηοῦ ὅπλα προκείμενα ἔσωθεν ἐκ τοῦ μεγάρου ἐξενηνειγμένα ἱρά , τῶν οὐκ ὅσιον ἦν ἅπτεσθαι ἀνθρώπων οὐδενί . μὲν δὴ ἤιε Δελφῶν τοῖσι παρεοῦσι σημανέων τὸ τέρας · οἱ δὲ βάρβαροι ἐπειδὴ ἐγίνοντο ἐπειγόμενοι κατὰ τὸ ἱρὸν τῆς Προνηίης Ἀθηναίης , ἐπιγίνεταί σφι τέρεα ἔτι μέζονα τοῦ πρὶν γενομένου τέρεος . Θῶμα μὲν γὰρ καὶ τοῦτο κάρτα ἐστί , ὅπλα ἀρήια αὐτόματα φανῆναι ἔξω προκείμενα τοῦ νηοῦ · τὰ δὲ δὴ ἐπὶ τούτῳ δεύτερα ἐπιγενόμενα καὶ διὰ πάντων φασμάτων ἄξια θωμάσαι μάλιστα . Ἐπεὶ γὰρ δὴ ἦσαν ἐπιόντες οἱ βάρβαροι κατὰ τὸ ἱρὸν τῆς Προνηίης Ἀθηναίης , ἐν τούτῳ ἐκ μὲν τοῦ οὐρανοῦ κεραυνοὶ αὐτοῖσι ἐνέπιπτον , ἀπὸ δὲ τοῦ Παρνησσοῦ ἀπορραγεῖσαι δύο κορυφαὶ ἐφέροντο πολλῷ πατάγῳ ἐς αὐτοὺς καὶ κατέβαλον συχνούς σφεων · ἐκ δὲ τοῦ ἱροῦ τῆς Προνηίης νηοῦ βοή τε καὶ ἀλαλαγμὸς ἐγίνετο .
8.38 Συμμιγέντων δὲ τούτων πάντων φόβος τοῖσι βαρβάροισι ἐνεπεπτώκεε · μαθόντες δὲ οἱ Δελφοὶ φεύγοντάς σφεας , ἐπικαταβάντες ἀπέκτειναν πλῆθός τι αὐτῶν · οἱ δὲ περιεόντες ἰθὺ Βοιωτῶν ἔφευγον . Ἔλεγον δὲ οἱ ἀπονοστήσαντες οὗτοι τῶν βαρβάρων , ὡς ἐγὼ πυνθάνομαι , ὡς πρὸς τούτοισι καὶ ἄλλα ὥρων θεῖα · δύο γὰρ ὁπλίτας μεζόνως κατὰ ἀνθρώπων φύσιν ἔχοντας ἕπεσθαί σφι κτείνοντας καὶ διώκοντας .