6.43 Καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν Ἅμα δὲ τῷ ἔαρι τῶν ἄλλων καταλελυμένων στρατηγῶν ἐκ βασιλέος Μαρδόνιος Γωβρύεω κατέβαινε ἐπὶ θάλασσαν , στρατὸν πολλὸν μὲν κάρτα πεζὸν ἅμα ἀγόμενος πολλὸν δὲ ναυτικόν , ἡλικίην τε νέος ἐὼν καὶ νεωστὶ γεγαμηκὼς βασιλέος Δαρείου θυγατέρα Ἀρτοζώστρην . Ἄγων δὲ τὸν στρατὸν τοῦτον Μαρδόνιος ἐπείτε ἐγένετο ἐν τῇ Κιλικίῃ , αὐτὸς μὲν ἐπιβὰς ἐπὶ νεὸς ἐκομίζετο ἅμα τῇσι ἄλλῃσι νηυσί , στρατιὴν δὲ τὴν πεζὴν ἄλλοι ἡγεμόνες ἦγον ἐπὶ τὸν Ἑλλήσποντον . Ὡς δὲ παραπλέων τὴν Ἀσίην ἀπίκετο Μαρδόνιος ἐς τὴν Ἰωνίην , ἐνθαῦτα μέγιστον θῶμα ἐρέω τοῖσι μὴ ἀποδεκομένοισι Ἑλλήνων Περσέων τοῖσι ἑπτὰ Ὀτάνην γνώμην ἀποδέξασθαι ὡς χρεὸν εἴη δημοκρατέεσθαι Πέρσας · τοὺς γὰρ τυράννους τῶν Ἰώνων καταπαύσας πάντας Μαρδόνιος δημοκρατίας κατίστα ἐς τὰς πόλις . Ταῦτα δὲ ποιήσας ἠπείγετο ἐς τὸν Ἑλλήσποντον . Ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν , συνελέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός , διαβάντες τῇσι νηυσὶ τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης , ἐπορεύοντο δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας .