5.85 Ἀθηναῖοι μέν νυν λέγουσι μετὰ τὴν ἀπαίτησιν ἀποσταλῆναι τριήρεϊ μιῇ τῶν ἀστῶν ὀλίγους ? οἳ ἀποπεμφθέντες ἀπὸ τοῦ κοινοῦ καὶ ἀπικόμενοι ἐς Αἴγιναν τὰ ἀγάλματα ταῦτα ὡς σφετέρων ξύλων ἐόντα ἐπειρῶντο ἐκ τῶν βάθρων ἐξανασπᾶν , ἵνα σφέα ἀνακομίσωνται . Οὐ δυναμένους δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι , περιβαλόντας σχοινία ἕλκειν τὰ ἀγάλματα , καί σφι ἕλκουσι βροντήν τε καὶ ἅμα τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι · τοὺς δὲ τριηρίτας τοὺς ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι , παθόντας δὲ τοῦτο κτείνειν ἀλλήλους ἅτε πολεμίους , ἐς ἐκ πάντων ἕνα λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον .