3.57 Οἱ δ’ ἐπὶ τὸν Πολυκράτεα στρατευσάμενοι Σαμίων , ἐπεὶ οἱ Λακεδαιμόνιοι αὐτοὺς ἀπολείπειν ἔμελλον , καὶ αὐτοὶ ἀπέπλεον ἐς Σίφνον . Χρημάτων γὰρ ἐδέοντο , τὰ δὲ τῶν Σιφνίων πρήγματα ἤκμαζε τοῦτον τὸν χρόνον , καὶ νησιωτέων μάλιστα ἐπλούτεον , ἅτε ἐόντων αὐτοῖσι ἐν τῇ νήσῳ χρυσέων καὶ ἀργυρέων μετάλλων , οὕτω ὥστε ἀπὸ τῆς δεκάτης τῶν γινομένων αὐτόθεν χρημάτων θησαυρὸς ἐν Δελφοῖσι ἀνάκειται ὅμοια τοῖσι πλουσιωτάτοισι · αὐτοὶ δὲ τὰ γινόμενα τῷ ἐνιαυτῷ ἑκάστῳ χρήματα διενέμοντο . Ὅτε ὦν ἐποιεῦντο τὸν θησαυρόν , ἐχρέωντο τῷ χρηστηρίῳ εἰ αὐτοῖσι τὰ παρεόντα ἀγαθὰ οἷά τέ ἐστι πολλὸν χρόνον παραμένειν · δὲ Πυθίη ἔχρησέ σφι τάδε · ʹ Ἀλλ’ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται λεύκοφρύς τ’ ἀγορή , τότε δὴ δεῖ φράδμονος ἀνδρὸς φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ’ ἐρυθρόν ʹ . Τοῖσι δὲ Σιφνίοισι ἦν τότε ἀγορὴ καὶ τὸ πρυτανήιον Παρίῳ λίθῳ ἠσκημένα .