2.181 Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο . Ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν , εἴτε ἐπιθυμήσας Ἑλληνίδος γυναικός , εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα . Γαμέει δὲ ὦν , οἱ μὲν λέγουσι Βάττου τοῦ Ἀρκεσίλεω θυγατέρα , οἱ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου , τῇ οὔνομα ἦν Λαδίκη . Τῇ ἐπείτε συγκλίνοιτο Ἄμασις , μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο , τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο . Ἐπείτε δὲ πολλὸν τοῦτο ἐγίνετο , εἶπε δὴ Ἄμασις πρὸς τὴν Λαδίκην ταύτην καλεομένην · ʹ γύναι , κατά με ἐφάρμαξας , καὶ ἔστι τοι οὐδεμία μηχανὴ μὴ οὐκ ἀπολωλέναι κάκιστα γυναικῶν πασέων . ʹ δὲ Λαδίκη , ἐπείτε οἱ ἀρνεομένῃ οὐδὲν ἐγίνετο πρηΰτερος Ἄμασις , εὔχεται ἐν τῷ νόῳ τῇ Ἀφροδίτῃ , ἤν οἱ ὑπ’ ἐκείνην τὴν νύκτα μιχθῇ Ἄμασις , τοῦτο γάρ οἱ κακοῦ εἶναι μῆχος , ἄγαλμά οἱ ἀποπέμψειν ἐς Κυρήνην . Μετὰ δὲ τὴν εὐχὴν αὐτίκα οἱ ἐμίχθη Ἄμασις . Καὶ τὸ ἐνθεῦτεν ἤδη , ὁκότε ἔλθοι Ἄμασις πρὸς αὐτήν , ἐμίσγετο καὶ κάρτα μιν ἔστερξε μετὰ τοῦτο . δὲ Λαδίκη ἀπέδωκε τὴν εὐχὴν τῇ θεῷ · ποιησαμένη γὰρ ἄγαλμα ἀπέπεμψε ἐς Κυρήνην , τὸ ἔτι καὶ ἐς ἐμὲ ἦν σόον , ἔξω τεταγμένον τοῦ Κυρηναίων ἄστεος . Ταύτην τὴν Λαδίκην , ὡς ἐπεκράτησε Καμβύσης Αἰγύπτου καὶ ἐπύθετο αὐτῆς ἥτις εἴη , ἀπέπεμψε ἀσινέα ἐς Κυρήνην . ʹ