2.156 Οὗτος μέν νυν νηὸς τῶν φανερῶν μοι τῶν περὶ τοῦτο τὸ ἱρόν ἐστι θωμαστότατον · τῶν δὲ δευτέρων νῆσος Χέμμις καλεομένη . Ἔστι μὲν ἐν λίμνῃ βαθέῃ καὶ πλατέῃ κειμένη παρὰ τὸ ἐν Βουτοῖ ἱρόν , λέγεται δὲ ὑπ’ Αἰγυπτίων εἶναι αὕτη νῆσος πλωτή . Αὐτὸς μὲν ἔγωγε οὔτε πλέουσαν οὔτε κινηθεῖσαν εἶδον · τέθηπα δὲ ἀκούων εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή . Ἐν δὴ ὦν ταύτῃ νηός τε Ἀπόλλωνος μέγας ἔνι καὶ βωμοὶ τριφάσιοι ἐνιδρύαται , ἐμπεφύκασι δ’ ἐν αὐτῇ φοίνικές τε συχνοὶ καὶ ἄλλα δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά . Λόγον δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοί φασι εἶναι αὐτὴν πλωτήν , ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητὼ ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων , οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἔστι , Ἀπόλλωνα παρὰ Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ , ὅτε τὸ πᾶν διζήμενος Τυφῶν ἐπῆλθε , θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιος λέγουσι εἶναι παῖδας , Λητοῦν δὲ τροφὸν αὐτοῖσι καὶ σώτειραν γενέσθαι · αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὧρος , Δημήτηρ δὲ Ἶσις , Ἄρτεμις δὲ Βούβαστις . Ἐκ τούτου δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω , μοῦνος δὴ ποιητέων τῶν προγενομένων · ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος · τὴν δὲ νῆσον διὰ τοῦτο γενέσθαι πλωτήν . Ταῦτα μὲν οὕτω λέγουσι . ʹ