2.141 Μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου , τῷ οὔνομα εἶναι Σεθῶν . Τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τοὺς μαχίμους Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν , ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτοὺς καί σφεας ἀπελέσθαι τὰς ἀρούρας , τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας . Μετὰ δὲ ἐπ’ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων · οὐκ ὦν δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν . Τὸν δὲ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν . Ὀλοφυρόμενον δ’ ἄρα μιν ἐπελθεῖν ὕπνον καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν · αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς . Τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ ταύτῃ γάρ εἰσι αἱ ἐσβολαί · ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν , καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους . Ἐνθαῦτα ἀπικομένους τοὺς ἐναντίους . . . . . αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν , κατὰ δὲ τὰ τόξα , πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα · ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν ἀνόπλων πεσεῖν πολλούς . Καὶ νῦν οὗτος βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος , ἔχων ἐπὶ τῆς χειρὸς μῦν , λέγων διὰ γραμμάτων τάδε · ʹ Ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω ʹ .