2.73 Ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱρός , τῷ οὔνομα φοῖνιξ . Ἐγὼ μέν μιν οὐκ εἶδον εἰ μὴ ὅσον γραφῇ · καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ σφι δι’ ἐτέων , ὡς Ἡλιοπολῖται λέγουσι , πεντακοσίων · φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ πατήρ . Ἔστι δέ , εἰ τῇ γραφῇ παρόμοιος , τοσόσδε καὶ τοιόσδε · τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν , τὰ δὲ ἐρυθρά · ἐς τὰ μάλιστα αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος . Τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσαντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ . Κομίζειν δὲ οὕτω · πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν , μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα , ἐπεὰν δὲ ἀποπειρηθῇ , οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι , σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατ’ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα , ἐγκειμένου δὲ τοῦ πατρὸς γίνεσθαι τὠυτὸ βάρος , ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπ’ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν . Ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν .
2.74 Εἰσὶ δὲ περὶ Θήβας ἱροὶ ὄφιες , ἀνθρώπων οὐδαμῶς δηλήμονες , οἳ μεγάθεϊ ἐόντες μικροὶ δύο κέρεα φορέουσι πεφυκότα ἐξ ἄκρης τῆς κεφαλῆς , τοὺς θάπτουσι ἀποθανόντας ἐν τῷ ἱρῷ τοῦ Διός · τούτου γάρ σφεας τοῦ θεοῦ φασι εἶναι ἱρούς .