2.11 Ἔστι δὲ τῆς Ἀραβίης χώρης , Αἰγύπτου δὲ οὐ πρόσω , κόλπος θαλάσσης ἐσέχων ἐκ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης , μακρὸς οὕτω δή τι καὶ στεινὸς ὡς ἔρχομαι φράσων · μῆκος μὲν πλόου ἀρξαμένῳ ἐκ μυχοῦ διεκπλῶσαι ἐς τὴν εὐρέαν θάλασσαν ἡμέραι ἀναισιμοῦνται τεσσεράκοντα εἰρεσίῃ χρεωμένῳ , εὖρος δέ , τῇ εὐρύτατός ἐστι κόλπος , ἥμισυ ἡμέρης πλόου · ῥηχίη δ’ ἐν αὐτῷ καὶ ἄμπωτις ἀνὰ πᾶσαν ἡμέρην γίνεται . Ἕτερον τοιοῦτον κόλπον καὶ τὴν Αἴγυπτον δοκέω γενέσθαι κου , τὸν μὲν ἐκ τῆς βορηίης θαλάσσης κόλπον ἐσέχοντα ἐπ’ Αἰθιοπίης , τὸν δὲ Ἀράβιον τὸν ἔρχομαι λέξων ἐκ τῆς νοτίης φέροντα ἐπὶ Συρίης , σχεδὸν μὲν ἀλλήλοισι συντετραίνοντας τοὺς μυχούς , ὀλίγον δέ τι παραλλάσσοντας τῆς χώρης . Εἰ ὦν ἐθελήσει ἐκτρέψαι τὸ ῥέεθρον Νεῖλος ἐς τοῦτον τὸν Ἀράβιον κόλπον , τί μιν κωλύσει ῥέοντος τούτου χωσθῆναι ἐντός γε δισμυρίων ἐτέων ; Ἐγὼ μὲν γὰρ ἔλπομαί γε καὶ μυρίων ἐντὸς χωσθῆναι ἄν . Κοῦ γε δὴ ἐν τῷ προαναισιμωμένῳ χρόνῳ πρότερον ἐμὲ γενέσθαι οὐκ ἂν χωσθείη κόλπος καὶ πολλῷ μέζων ἔτι τούτου ὑπὸ τοσούτου τε ποταμοῦ καὶ οὕτως ἐργατικοῦ ;