2.8 Τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται , φέρον ἀπ’ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον , αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν , ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι · ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος · τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον , ὡς ἐγὼ ἐπυνθανόμην , δύο μηνῶν · αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην , τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι . Τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτό ἐστι . Τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει , ἐν τῷ αἱ πυραμίδες ἔνεισι , ψάμμῳ κατειλυμένον , τεταμένον τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα . Τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου , ἀλλ’ ὅσον τε ἡμερέων τεσσέρων ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος , ἐοῦσα τῶν δὲ ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ , στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι , τῇ στεινότατόν ἐστι , διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον · τὸ δὲ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτός ἐστι .