1.187 δ’ αὐτὴ αὕτη βασίλεια καὶ ἀπάτην τοιήνδε τινὰ ἐμηχανήσατο . Ὑπὲρ τῶν μάλιστα λεωφόρων πυλέων τοῦ ἄστεος τάφον ἑωυτῇ κατεσκευάσατο μετέωρον ἐπιπολῆς αὐτέων τῶν πυλέων , ἐνεκόλαψε δὲ ἐς τὸν τάφον γράμματα λέγοντα τάδε · ʹ Τῶν τις ἐμέο ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων , ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα · μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ · οὐ γὰρ ἄμεινον . ʹ Οὗτος τάφος ἦν ἀκίνητος μέχρις οὗ ἐς Δαρεῖον περιῆλθε βασιληίη . Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων , μὴ οὐ λαβεῖν αὐτά · τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα , ὅτι ὑπὲρ κεφαλῆς οἱ ἐγίνετο νεκρὸς διεξελαύνοντι . Ἀνοίξας δὲ τὸν τάφον εὗρε χρήματα μὲν οὔ , τὸν δὲ νεκρὸν καὶ γράμματα λέγοντα τάδε · ʹ Εἰ μὴ ἄπληστός τε ἔας χρημάτων καὶ αἰσχροκερδής , οὐκ ἂν νεκρῶν θήκας ἄνοιγες . ʹ Αὕτη μέν νυν βασίλεια τοιαύτη τις λέγεται γενέσθαι .